Mk 7,1

Mk 7

1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἰεροσολύμων ¹ 2 καὶ ἰδόντες τινὰς ¹ τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτ᾽ ¹ ἔστιν ¹ ἀνίπτοις, ¹ ἐσθίουσιν τοὺς ἄρτους. ¹ 3 – οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν ¹ μὴ πυγμῇ ¹ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες ¹ τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4 καὶ ἀπ᾽ ἀγορᾶς ἐὰν μὴ ˹ῥαντίσωνται˺ οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν, ¹ βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων. – * 5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ¹ Διὰ τί ¹ οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 ὁ ¹ δὲ εἶπεν αὐτοῖς ¹ Καλῶς ¹ ἐπροφήτευσεν Ἠσαίας ¹ περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ὅτι ¹ Οὗτος ¹ λαὸς τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ· 7 μάτην δὲ σέβονταί με, ¹ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· ¹ 8 ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων. 9 καὶ ἔλεγεν αὐτοῖς ¹ Καλῶς ¹ ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ˹τηρήσητε·˺ 10 Μωυσῆς ¹ γὰρ εἶπεν ¹ Τίμα ¹ τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί ¹ Ὁ ¹ κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω· ¹ 11 ὑμεῖς δὲ λέγετε ¹ Ἐὰν ¹ εἴπῃ ἄνθρωπος τῷ πατρὶ τῇ μητρί ¹ Κορβάν, ¹ ἐστιν Δῶρον, ¹ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ τῇ μητρί, 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ ¹ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14 Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς ¹ Ἀκούσατέ ¹ μου πάντες καὶ σύνετε. 15 οὐδὲν ¹ ἔστιν ¹ ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν δύναται κοινῶσαι αὐτόν· ¹ ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 17 Καὶ ¹ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. ¹ 18 καὶ λέγει αὐτοῖς ¹ Οὕτως ¹ καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, ¹ 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται; – ¹ καθαρίζων ¹ πάντα τὰ βρώματα. ¹ 20 ἔλεγεν δὲ ὅτι Τὸ ¹ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ¹ ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· ¹ 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, ¹ κλοπαί, φόνοι, 22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ¹ ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ¹ ἀφροσύνη· ¹ 23 πάντα ταῦτα τὰ πονηρὰ ¹ ἔσωθεν ἐκπορεύεται ¹ καὶ κοινοῖ ¹ τὸν ἄνθρωπον. 24 Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου ¹ °[καὶ °Σιδῶνος]. Καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, ¹ καὶ ¹ οὐκ ˹ἠδυνάσθη˺ λαθεῖν· 25 ἀλλ᾽ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ¹ ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς ¹ πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ¹ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 καὶ ἔλεγεν αὐτῇ ¹ Ἄφες ¹ πρῶτον χορτασθῆναι ¹ τὰ τέκνα, ¹ οὐ γάρ ἐστιν καλὸν ¹ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν. 28 δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ ¹ °Ναί, κύριε, ¹ καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ ¹ Διὰ ¹ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ¹ ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός. ¹ 31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς ¹ τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 Καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον, ¹ καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ¹ ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, ¹ καὶ λέγει αὐτῷ ¹ Ἐφφαθά, ¹ ἐστιν ¹ Διανοίχθητι· ¹ 35 καὶ ¹ * ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη δεσμὸς τῆς γλώσσης αὐτοῦ, ¹ καὶ ἐλάλει ὀρθῶς· ¹ 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν· ὅσον ¹ δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες ¹ Καλῶς ¹ πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ¹ ἀκούειν καὶ ¹ * ἀλάλους λαλεῖν.

Előző fejezet Következő fejezet

Magyarázatok