Mk 12,29

Mk 12

1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν ¹ Ἀμπελῶνα ¹ ἄνθρωπος ἐφύτευσεν, ¹ καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, ¹ καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, ¹ καὶ ἀπεδήμησεν. 2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ ¹ δοῦλον, ¹ ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος· 3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν. 5 καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν ¹ δέροντες ¹ οὓς δὲ ˹ἀποκτέννυντες.˺ 6 ἔτι ἕνα εἶχεν, ¹ υἱὸν ἀγαπητόν· ¹ ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται ¹ τὸν υἱόν μου. 7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς ¹ εἶπαν ὅτι Οὗτός ¹ ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται κληρονομία. 8 καὶ λαβόντες ἀπέκτειναν αὐτόν, ¹ καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9 τί * ποιήσει ¹ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, ¹ καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 Οὐδὲ τὴν γραφὴν ¹ ταύτην ἀνέγνωτε ¹ Λίθον ¹ ὃν ἀπεδοκίμασαν ¹ οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ Κυρίου ¹ ἐγένετο αὕτη, ¹ καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, ¹ καὶ ¹ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ˹ἀπῆλθαν.˺ 13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ ¹ Διδάσκαλε, ¹ οἴδαμεν ὅτι ¹ ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, ¹ οὐ γὰρ βλέπεις εἰς πρόσωπον ¹ ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας ¹ τὴν ὁδὸν ¹ τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ; δῶμεν ¹ μὴ δῶμεν; ¹ 15 ὁ ¹ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς ¹ Τί ¹ με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς ¹ Τίνος ¹ εἰκὼν αὕτη καὶ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ ¹ Καίσαρος. 17 δὲ Ἰησοῦς εἶπεν * Τὰ ¹ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἐξεθαύμαζον ἐπ᾽ αὐτῷ. 18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες ¹ 19 Διδάσκαλε, ¹ Μωυσῆς ¹ ἔγραψεν ἡμῖν ¹ ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα ¹ τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ πρῶτος ἔλαβεν γυναῖκα, ¹ καὶ ἀποθνήσκων ¹ οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ δεύτερος ἔλαβεν αὐτήν, ¹ καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα, ¹ καὶ τρίτος ὡσαύτως· 22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα· ¹ ἔσχατον ¹ πάντων ¹ καὶ γυνὴ ἀπέθανεν. 23 ἐν τῇ ἀναστάσει * τίνος ¹ αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24 ἔφη ¹ αὐτοῖς Ἰησοῦς ¹ Οὐ ¹ διὰ τοῦτο πλανᾶσθε ¹ μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, ¹ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς· ¹ 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται ¹ οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωυσέως ¹ ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ θεὸς λέγων ¹ Ἐγὼ ¹ θεὸς Ἀβραὰμ καὶ ¹ * θεὸς Ἰσαὰκ καὶ ¹ * θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων· πολὺ ¹ πλανᾶσθε. ¹ 28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν ˹συνζητούντων,˺ ˹εἰδὼς˺ ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ¹ ἐπηρώτησεν αὐτόν ¹ Ποία ¹ ἐστὶν ἐντολὴ πρώτη πάντων; ¹ 29 ἀπεκρίθη Ἰησοῦς ὅτι Πρώτη ¹ ἐστίν ¹ Ἄκουε, ¹ Ἰσραήλ, Κύριος ¹ θεὸς ἡμῶν κύριος εἷς ἐστίν, ¹ 30 καὶ ἀγαπήσεις ¹ Κύριον ¹ τὸν θεόν σου ἐξ ὅλης ¹ * καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. 31 δευτέρα αὕτη ¹ Ἀγαπήσεις ¹ τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 * Εἶπεν αὐτῷ γραμματεύς ¹ Καλῶς, ¹ διδάσκαλε, ἐπ᾽ ἀληθείας ¹ εἶπες ὅτι εἷς ἐστὶν ¹ καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· ¹ 33 καὶ τὸ ἀγαπᾷν ¹ αὐτὸν ἐξ ὅλης ¹ * καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾷν ¹ τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ Ἰησοῦς ἰδὼν αὐτὸν ¹ ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ ¹ Οὐ ¹ μακρὰν [εἶ] ¹ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 Καὶ ἀποκριθεὶς Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ ¹ Πῶς ¹ λέγουσιν οἱ γραμματεῖς ὅτι χριστὸς υἱὸς ˹Δαυείδ˺ ἐστιν; 36 αὐτὸς ˹Δαυεὶδ˺ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ ¹ Εἶπεν ¹ Κύριος ¹ τῷ κυρίῳ μου ¹ Κάθου ¹ ἐκ δεξιῶν μου ¹ ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου· ¹ 37 αὐτὸς ˹Δαυεὶδ˺ λέγει αὐτὸν κύριον, καὶ πόθεν αὐτοῦ ἐστὶν ¹ υἱός; Καὶ ὁ ¹ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. 38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν ¹ Βλέπετε ¹ ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ ˹κατέσθοντες˺ τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα. 41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· ¹ καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ ¹ δύο, ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς ¹ Ἀμὴν ¹ λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως ¹ αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ¹ ὅλον τὸν βίον ¹ αὐτῆς.

Előző fejezet Következő fejezet

Magyarázatok