Didaché 7,1

Didaché 7

1 Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε? ταῦτα πάντα πρειπόντες, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν ὕδατι ζῶντι. 2 Ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον? εἰ δ᾽ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ. 3 Ἐὰν δὲ ἀμφότερα μὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. 4 Πρὸ δὲ τοῦ βαπτίσματος προνηστευσάτω βαπτίζων καὶ βαπτιζόμενος καὶ εἴ τινες ἄλλοι δύνανται? κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόμενον πρὸ μιᾶς δύο.

Előző fejezet Következő fejezet

Magyarázatok