Ez 15,5

Ez 15

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ; 3 εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾽ αὐτὸν πᾶν σκεῦος; 4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ᾽ ἐνιαυτὸν κάθαρσιν ἀπ᾽ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν; 5 οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν; 6 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ιερουσαλημ. 7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾽ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾽ αὐτούς. 8 καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ᾽ ὧν παρέπεσον παραπτώματι, λέγει κύριος.

Előző fejezet Következő fejezet

Magyarázatok