Jn 21,1

Jn 21

1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ¹ * Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος ¹ Ὑπάγω ¹ ἁλιεύειν· ¹ λέγουσιν αὐτῷ ¹ Ἐρχόμεθα ¹ καὶ ἡμεῖς σὺν σοί. ˹ἐξῆλθαν˺ καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 πρωίας ¹ δὲ ἤδη ˹γινομένης˺ ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· ¹ οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστίν. ¹ 5 λέγει οὖν αὐτοῖς ¹ * Ἰησοῦς Παιδία, ¹ μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ ¹ Οὔ. ¹ 6 δὲ εἶπεν αὐτοῖς ¹ Βάλετε ¹ εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ ¹ Ὁ ¹ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ¹ ἀκούσας ὅτι κύριός ἐστιν, ¹ τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· ¹ 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ˹ἀλλὰ˺ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς [ὁ] ¹ Ἰησοῦς ¹ Ἐνέγκατε ¹ ἀπὸ τῶν ὀψαρίων ὧν ¹ ἐπιάσατε νῦν. 11 ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει ¹ αὐτοῖς [ὁ] ¹ Ἰησοῦς ¹ Δεῦτε ¹ ἀριστήσατε. οὐδεὶς * ἐτόλμα ¹ τῶν μαθητῶν ἐξετάσαι αὐτόν ¹ Σὺ ¹ τίς εἶ; εἰδότες ὅτι κύριός ἐστιν. 13 ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ¹ ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν. 15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς ¹ Σίμων ˹Ἰωάνου,˺ ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ ¹ Ναί, ¹ κύριε, σὺ οἶδας ὅτι φιλῶ ¹ σε. λέγει αὐτῷ ¹ Βόσκε ¹ τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον ¹ Σίμων ˹Ἰωάνου,˺ ἀγαπᾷς με; λέγει αὐτῷ ¹ Ναί, ¹ κύριε, σὺ οἶδας ὅτι φιλῶ ¹ σε. λέγει αὐτῷ ¹ Ποίμαινε ¹ τὰ ˹προβάτιά˺ μου. 17 λέγει αὐτῷ τὸ τρίτον ¹ Σίμων ˹Ἰωάνου,˺ φιλεῖς με; ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον ¹ Φιλεῖς ¹ με; καὶ ˹εἶπεν˺ αὐτῷ ¹ Κύριε, ¹ πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ ¹ σε. λέγει αὐτῷ ˹Ἰησοῦς˺ Βόσκε ¹ τὰ ˹προβάτιά˺ μου. 18 ἀμὴν ¹ ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ˹ζώσει σε˺ καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ ¹ Ἀκολούθει ¹ μοι. 20 Ἐπιστραφεὶς Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν ¹ Κύριε, ¹ τίς ἐστιν παραδιδούς σε; 21 τοῦτον οὖν ἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ ¹ Κύριε, ¹ οὗτος δὲ τί; 22 λέγει αὐτῷ Ἰησοῦς ¹ Ἐὰν ¹ αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. 23 Ἐξῆλθεν ¹ οὖν οὗτος λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει. ¹ οὐκ εἶπεν δὲ αὐτῷ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ¹ ἀλλ᾽ ¹ Ἐὰν ¹ αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, ¹ τί ¹ πρὸς ¹ σέ; ¹ 24 Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ μαρτυρία ἐστίν. 25 Ἔστιν ¹ δὲ καὶ ἄλλα πολλὰ ἐποίησεν Ἰησοῦς, ἅτινα ἐὰν γράφηται ¹ καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον ˹χωρήσειν˺ τὰ γραφόμενα βιβλία.

Előző fejezet

Magyarázatok