Jób 25,6

Jób 25

1 Ὑπολαβὼν δὲ Βαλδαδ Σαυχίτης λέγει 2 Τί γὰρ προοίμιον φόβος παρ᾽ αὐτοῦ, ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; 3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ; 4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; 5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. 6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.

Előző fejezet Következő fejezet

Magyarázatok