Jób 26,14

Jób 26

1 Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Τίνι πρόσκεισαι ¹ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ πολλὴ ἰσχὺς καὶ βραχίων κραταιός ἐστιν; 3 τίνι συμβεβούλευσαι; οὐχ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ μεγίστη δύναμις; 4 τίνι ἀνήγγειλας ῥήματα; πνοὴ δὲ τίνος ἐστὶν ἐξελθοῦσα ἐκ σοῦ; 5 *μὴ γίγαντες μαιωθήσονται *ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; 6 *γυμνὸς ᾅδης ˹ἐπώπιον˺ αὐτοῦ, *καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ. 7 *ἐκτείνων βορέαν ἐπ᾽ οὐδέν, *κρεμάζων γῆν ἐπὶ οὐδενός· 8 *δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, *καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ· 9 *ὁ κρατῶν πρόσωπον θρόνου, Ἐκπετάζων ἐπ᾽ αὐτὸν νέφος αὐτοῦ. 10 *πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος *μέχρι συντελείας φωτὸς μετὰ σκότους. 11 *στῦλοι οὐρανοῦ ἐπετάσθησαν *καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.‡ 12 ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος· 13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην. 14 *ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, *καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·‡ σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;

Előző fejezet Következő fejezet

Magyarázatok