Jób 36,26

Jób 36

1 Προσθεὶς δὲ Ελιους ἔτι λέγει 2 Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις. 3 ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ 4 ἐπ᾽ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις. 5 γίγνωσκε δὲ ὅτι κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. *δυνατὸς ἰσχύι καρδίας 6 *ἀσεβῆ οὐ μὴ ζωοποιήσει *καὶ κρίμα πτωχῶν δώσει. 7 *οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· *καὶ μετὰ βασιλέων εἰς θρόνον *καὶ καθιεῖ αὐτοὺς εἰς ˹νεῖκος,˺ καὶ ὑψωθήσονται. 8 *καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις *συσχεθήσονται ἐν σχοινίοις πενίας, 9 *καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν *καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.‡ 10 ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· *καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. 11 *ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, *συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς *καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.‡ 12 ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. 13 *καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· *οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.‡ 14 ἀποθάνοι τοίνυν ἐν νεότητι ψυχὴ αὐτῶν, δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, 15 ἀνθ᾽ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πραέων ἐκθήσει. 16 *καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ· *ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς· *καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.‡ 17 οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, 18 θυμὸς δὲ ἐπ᾽ ἀσεβεῖς ἔσται δι᾽ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾽ ἀδικίαις. 19 μή σε ἐκκλινάτω ἑκὼν νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, *καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν. 20 *μὴ ἐξελκύσῃς τὴν νύκτα *τοῦ ἀναβῆναι λαοὺς ἀντ᾽ αὐτῶν·‡ 21 ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· *ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας. 22 *ἰδοὺ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ·‡ τίς γάρ ἐστιν κατ᾽ αὐτὸν δυνάστης; 23 τίς δέ ἐστιν ἐτάζων αὐτοῦ τὰ ἔργα; τίς εἴπας Ἔπραξεν ἄδικα; 24 μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, *ὧν ἦρξαν ἄνδρες· 25 *πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,‡ ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί. 26 *ἰδοὺ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· *ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.‡ 27 ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, *καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην· 28 *ῥυήσονται παλαιώματα,‡ ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου διάνοια οὐδὲ διαλλάσσεταί σου καρδία ἀπὸ σώματος; 29 *καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, *ἰσότητα σκηνῆς αὐτοῦ, 30 *ἰδοὺ ἐκτείνει ἐπ᾽ αὐτὸν ηδω ¹ *καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. 31 *ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, *δώσει τροφὴν τῷ ἰσχύοντι. 32 *ἐπὶ χειρῶν ἐκάλυψεν φῶς *καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι· 33 *ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· *κτῆσις καὶ περὶ ἀδικίας.

Előző fejezet Következő fejezet

Magyarázatok