Mk 11,1

Mk 11

1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰεροσόλυμα ¹ εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος ¹ τῶν Ἐλαιῶν, ¹ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 2 καὶ λέγει αὐτοῖς ¹ Ὑπάγετε ¹ εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε. 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ ¹ Τί ¹ ποιεῖτε τοῦτο; εἴπατε ¹ Ὁ ¹ κύριος αὐτοῦ χρείαν ἔχει· ¹ καὶ εὐθὺς αὐτὸν ¹ ἀποστέλλει ¹ πάλιν ὧδε. 4 καὶ ¹ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, ¹ καὶ λύουσιν αὐτόν. ¹ 5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς ¹ Τί ¹ ποιεῖτε λύοντες τὸν πῶλον; 6 οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς· ¹ καὶ ἀφῆκαν αὐτούς. 7 καὶ ¹ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, ¹ καὶ ἐπιβάλλουσιν ¹ αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτόν. ¹ 8 καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν. ¹ 9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ¹ ἔκραζον ¹ Ὡσαννά· ¹ Εὐλογημένος ¹ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ¹ 10 Εὐλογημένη ¹ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν ˹Δαυείδ·˺ Ὡσαννὰ ¹ ἐν τοῖς ὑψίστοις. 11 Καὶ εἰσῆλθεν εἰς Ἰεροσόλυμα ¹ εἰς τὸ ἱερόν· ¹ καὶ περιβλεψάμενος πάντα ¹ ˹ὀψὲ˺ ἤδη οὔσης τῆς ὥρας ¹ ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. 12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13 καὶ ἰδὼν συκῆν ἀπὸ ¹ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν ¹ εἰ ¹ ἄρα τι εὑρήσει ἐν αὐτῇ, ¹ καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν ¹ οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ¹ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14 καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ ¹ Μηκέτι ¹ εἰς τὸν αἰῶνα ¹ ἐκ σοῦ ¹ μηδεὶς καρπὸν φάγοι. ¹ καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. 15 Καὶ ἔρχονται εἰς Ἰεροσόλυμα. ¹ Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν ¹ τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν ¹ 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος ¹ διὰ τοῦ ἱεροῦ, ¹ 17 καὶ ἐδίδασκεν καὶ ἔλεγεν * Οὐ ¹ γέγραπται ὅτι Ὁ ¹ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ¹ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, ¹ καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως. ¹ 20 Καὶ παραπορευόμενοι πρωὶ ¹ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ ¹ ˹Ῥαββεί,˺ ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς ¹ Ἔχετε ¹ πίστιν θεοῦ· ¹ 23 ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ ¹ Ἄρθητι ¹ καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι λαλεῖ γίνεται, ἔσται αὐτῷ. 24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε ¹ καὶ αἰτεῖσθε, ¹ πιστεύετε ὅτι ἐλάβετε, ¹ καὶ ἔσται ὑμῖν. 25 καὶ ¹ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 27 Καὶ ἔρχονται πάλιν εἰς Ἰεροσόλυμα. ¹ Καὶ ¹ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ ἔλεγον αὐτῷ ¹ Ἐν ¹ ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ ¹ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ¹ Ἐπερωτήσω ¹ ὑμᾶς ἕνα λόγον, ¹ καὶ ἀποκρίθητέ μοι, ¹ καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸ βάπτισμα τὸ ˹Ἰωάνου˺ ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ ¹ διελογίζοντο πρὸς ἑαυτοὺς ¹ λέγοντες ¹ Ἐὰν ¹ εἴπωμεν ¹ Ἐξ ¹ οὐρανοῦ, ἐρεῖ ¹ Διὰ τί ¹ [οὖν] οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ˹ἀλλὰ˺ εἴπωμεν ¹ Ἐξ ¹ ἀνθρώπων; – ἐφοβοῦντο τὸν ὄχλον, ¹ ἅπαντες γὰρ εἶχον τὸν ˹Ἰωάνην˺ ὄντως ὅτι προφήτης ἦν. ¹ 33 καὶ ¹ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν ¹ Οὐκ ¹ οἴδαμεν. καὶ Ἰησοῦς λέγει αὐτοῖς ¹ Οὐδὲ ¹ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Előző fejezet Következő fejezet

Magyarázatok