Róm 9,27

Róm 9

1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, ˹συνμαρτυρούσης˺ μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, 2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου· ¹ 3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ χριστοῦ ¹ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, 4 οἵτινές εἰσιν ˹Ἰσραηλεῖται,˺ ὧν υἱοθεσία καὶ δόξα καὶ αἱ διαθῆκαι καὶ νομοθεσία καὶ λατρεία καὶ αἱ ἐπαγγελίαι, 5 ὧν οἱ πατέρες, ¹ καὶ ἐξ ὧν χριστὸς ¹ τὸ ¹ κατὰ σάρκα, ὢν ἐπὶ πάντων, ¹ θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ¹ ἀμήν. 6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, ¹ οὗτοι Ἰσραήλ· 7 οὐδ᾽ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, ¹ πάντες τέκνα, ἀλλ᾽ ¹ Ἐν ¹ Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. 8 τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ¹ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται ¹ εἰς σπέρμα· ¹ 9 ἐπαγγελίας γὰρ λόγος οὗτος ¹ Κατὰ ¹ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 οὐ ¹ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν φαῦλον, ἵνα κατ᾽ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, 12 οὐκ ἐξ ἔργων ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ ¹ μείζων δουλεύσει τῷ ἐλάσσονι· ¹ 13 ˹καθάπερ˺ γέγραπται ¹ Τὸν ¹ Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. 14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο· ¹ 15 τῷ Μωυσεῖ ¹ γὰρ λέγει ¹ Ἐλεήσω ¹ ὃν ἂν ἐλεῶ, ¹ καὶ ˹οἰκτειρήσω˺ ὃν ἂν ˹οἰκτείρω.˺ 16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ¹ ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. 17 λέγει γὰρ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς ¹ αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, ¹ καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. 19 Ἐρεῖς μοι οὖν ¹ Τί * ἔτι ¹ μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 20 ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι ¹ Τί ¹ με ἐποίησας οὕτως; 21 οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ ¹ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος, ¹ δὲ εἰς ἀτιμίαν; 22 εἰ δὲ θέλων θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23 * ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ¹ προητοίμασεν εἰς δόξαν, ¹ 24 οὓς ¹ καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν–; ¹ 25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει ¹ Καλέσω ¹ τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη [αὐτοῖς] ¹ Οὐ ¹ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. 27 Ἠσαίας ¹ δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ ¹ Ἐὰν ¹ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης, τὸ ˹ὑπόλιμμα˺ σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ¹ ἐπὶ τῆς γῆς. 29 καὶ καθὼς προείρηκεν Ἠσαίας ¹ Εἰ ¹ μὴ Κύριος ¹ Σαβαὼθ ¹ ἐγκατέλιπεν ¹ ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ¹ ἐγενήθημεν ¹ καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. 30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν ¹ δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· ¹ 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. 32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ᾽ ὡς ἐξ ἔργων· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται ¹ Ἰδοὺ ¹ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.

Előző fejezet Következő fejezet

Magyarázatok