SusTh 1,1

SusTh 1

1 καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ιωακιμ 2 καὶ ἔλαβεν γυναῖκα ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον 3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ 4 καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων 5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ περὶ ὧν ἐλάλησεν δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν 6 οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι 7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς 8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ᾽ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς 9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων 10 καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν 11 ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ 12 καὶ παρετηροῦσαν φιλοτίμως καθ᾽ ἡμέραν ὁρᾶν αὐτήν 13 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ᾽ ἀλλήλων 14 καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην 15 καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν 16 καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν 17 καὶ εἶπεν τοῖς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε ὅπως λούσωμαι 18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν ¹ κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν ¹ τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι 19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ 20 καὶ εἶπον ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ᾽ ἡμῶν 21 εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ 22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν στενά μοι πάντοθεν ἐάν τε γὰρ τοῦτο πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν 23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἁμαρτεῖν ἐνώπιον κυρίου 24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς 25 καὶ δραμὼν εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου 26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ 27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης 28 καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν 29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν 30 καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς 31 δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει 32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν ἦν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς 33 ἔκλαιον δὲ οἱ παρ᾽ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν 34 ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς 35 δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἦν καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ 36 εἶπαν δὲ οἱ πρεσβῦται περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας 37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσε μετ᾽ αὐτῆς 38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ᾽ αὐτούς 39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι 40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν νεανίσκος 41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν 42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν θεὸς αἰώνιος