Zsid 8,10

Zsid 8

1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν κύριος, οὐκ ἄνθρωπος. 3 πᾶς ¹ γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον προσενέγκῃ. 4 εἰ ¹ μὲν οὖν ἦν ¹ ἐπὶ γῆς, οὐδ᾽ ἂν ¹ ἦν ¹ ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα· 5 (οἵτινες ¹ ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωυσῆς ¹ μέλλων ἐπιτελεῖν τὴν σκηνήν, ¹ Ὅρα ¹ γάρ, ¹ φησίν, ¹ ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·) ¹ 6 ˹νῦν˺ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. 7 εἰ ¹ γὰρ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· ¹ 8 μεμφόμενος γὰρ αὐτοὺς λέγει ¹ Ἰδοὺ ¹ ἡμέραι ἔρχονται, λέγει Κύριος, ¹ καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, 9 οὐ κατὰ τὴν διαθήκην ¹ ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. ¹ 10 ὅτι αὕτη διαθήκη ¹ ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ ¹ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, ¹ διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, ¹ καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν ¹ καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. ¹ 11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, ¹ λέγων ¹ Γνῶθι ¹ τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. ¹ 12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, ¹ καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 13 ἐν τῷ λέγειν Καινήν ¹ πεπαλαίωκεν τὴν πρώτην, ¹ τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.

Előző fejezet Következő fejezet

Magyarázatok