Zsolt 112,1

Zsolt 112

1 Αλληλουια. Αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου· 2 εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· 3 ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου. 4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη κύριος, ἐπὶ τοὺς οὐρανοὺς δόξα αὐτοῦ. 5 τίς ὡς κύριος θεὸς ἡμῶν ἐν ὑψηλοῖς κατοικῶν 6 καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; 7 ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα 8 τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 9 κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.

Előző fejezet Következő fejezet

Magyarázatok