Zsolt 120,1

Zsolt 120

1 ᾨδὴ τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη Πόθεν ἥξει βοήθειά μου; 2 βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ φυλάσσων σε. 4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ισραηλ. 5 κύριος φυλάξει σε, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου· 6 ἡμέρας ἥλιος οὐ συγκαύσει σε οὐδὲ σελήνη τὴν νύκτα. 7 κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου. 8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Előző fejezet Következő fejezet

Magyarázatok