Zsolt 122,1

Zsolt 122

1 ᾨδὴ τῶν ἀναβαθμῶν. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. 2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. 3 ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, 4 ἐπὶ πλεῖον ἐπλήσθη ψυχὴ ἡμῶν. τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν, καὶ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Előző fejezet Következő fejezet

Magyarázatok