Zsolt 23,1

Zsolt 23

1 Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων. Τοῦ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· 2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. 3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 4 ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. 5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. 6 αὕτη γενεὰ ζητούντων αὐτόν, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ. διάψαλμα. 7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης. 8 τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης. 10 τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν βασιλεὺς τῆς δόξης.

Előző fejezet Következő fejezet

Magyarázatok