Zsolt 66,1

Zsolt 66

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς. 2 θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι ¹ τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς διάψαλμα 3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου. 4 ἐξομολογησάσθωσάν σοι λαοί, θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα. 6 ἐξομολογησάσθωσάν σοι λαοί, θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 7 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς θεὸς θεὸς ἡμῶν. 8 εὐλογήσαι ἡμᾶς θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Előző fejezet Következő fejezet

Magyarázatok