Mk 14,53

Mk 14

1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ¹ ἐζήτουν ¹ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, ¹ 2 ἔλεγον ¹ γάρ ¹ Μὴ ¹ ἐν τῇ ἑορτῇ, μή ποτε ¹ ἔσται ¹ θόρυβος τοῦ λαοῦ. 3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ ¹ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· ¹ συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. 4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς ¹ Εἰς ¹ τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων ¹ καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 6 ὁ ¹ δὲ Ἰησοῦς εἶπεν ¹ Ἄφετε ¹ αὐτήν· τί αὐτῇ ¹ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· ¹ 7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε ¹ μεθ᾽ ἑαυτῶν, ¹ καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς °[πάντοτε] εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· ¹ 8 ἔσχεν ἐποίησεν, ¹ προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. 9 ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησεν αὕτη ¹ λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. 10 Καὶ Ἰούδας Ἰσκαριὼθ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. ¹ καὶ ἐζήτει ¹ πῶς αὐτὸν εὐκαίρως παραδοῖ. 12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ¹ Ποῦ ¹ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ¹ ἵνα φάγῃς ¹ τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς ¹ Ὑπάγετε ¹ εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος ¹ βαστάζων· ἀκολουθήσατε αὐτῷ, ¹ 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ ¹ διδάσκαλος λέγει ¹ Ποῦ ¹ ἐστὶν ¹ τὸ κατάλυμά μου ὅπου ¹ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον ¹ μέγα ἐστρωμένον ¹ ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, ¹ καὶ ἡτοίμασαν τὸ πάσχα. 17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων Ἰησοῦς εἶπεν ¹ Ἀμὴν ¹ λέγω ὑμῖν ¹ ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ἐσθίων μετ᾽ ἐμοῦ. 19 ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς ¹ Μήτι ¹ ἐγώ; 20 δὲ εἶπεν αὐτοῖς ¹ Εἷς ¹ τῶν δώδεκα, ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ °[ἓν] τρύβλιον· ¹ 21 ὅτι μὲν υἱὸς τοῦ ἀνθρώπου ¹ ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ¹ αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος. 22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν ¹ Λάβετε, ¹ τοῦτό ¹ ἐστιν τὸ σῶμά μου. 23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς ¹ Τοῦτό ¹ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν· ¹ 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ ¹ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω ¹ καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος ¹ τῶν Ἐλαιῶν. ¹ 27 Καὶ ¹ λέγει αὐτοῖς Ἰησοῦς ὅτι Πάντες ¹ σκανδαλισθήσεσθε, ὅτι γέγραπται ¹ Πατάξω ¹ τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισθήσονται· ¹ 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 δὲ Πέτρος ἔφη αὐτῷ ¹ Εἰ ¹ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ Ἰησοῦς ¹ Ἀμὴν ¹ λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ. 31 δὲ ἐκπερισσῶς ἐλάλει ¹ Ἐὰν ¹ δέῃ με συναποθανεῖν σοι, οὐ μή ¹ σε ἀπαρνήσομαι. ὡσαύτως [δὲ] ¹ καὶ πάντες ἔλεγον. 32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα ˹Γεθσημανεί,˺ καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ ¹ Καθίσατε ¹ ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν ¹ Ἰάκωβον καὶ τὸν ¹ ˹Ἰωάνην˺ μετ᾽ αὐτοῦ, ¹ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, ¹ 34 καὶ λέγει αὐτοῖς ¹ Περίλυπός ¹ ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, ¹ καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾽ αὐτοῦ ὥρα, 36 καὶ ἔλεγεν ¹ Ἀββά ¹ ὁ ¹ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ οὐ τί ¹ ἐγὼ θέλω ἀλλὰ τί ¹ σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ ¹ Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον δὲ σὰρξ ἀσθενής. 39 καὶ ¹ πάλιν ἀπελθὼν προσηύξατο [τὸν ¹ αὐτὸν ¹ λόγον ¹ εἰπών]. ¹ 40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. 41 καὶ ¹ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς ¹ Καθεύδετε ¹ [τὸ] ¹ λοιπὸν καὶ ἀναπαύεσθε· ¹ ἀπέχει· ¹ ἦλθεν ὥρα, ἰδοὺ παραδίδοται υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ παραδιδούς με ἤγγικεν. 43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται °[ὁ] Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ᾽ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων ¹ Ὃν ¹ ἂν φιλήσω ¹ αὐτός ἐστιν· ¹ κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς. ¹ 45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει ¹ ˹Ῥαββεί,˺ καὶ κατεφίλησεν αὐτόν. ¹ 46 οἱ δὲ ˹ἐπέβαλαν˺ τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ [τις] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. ¹ 48 καὶ ¹ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς ¹ Ὡς ¹ ἐπὶ λῃστὴν ἐξήλθατε ¹ μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν ¹ με; 49 καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ¹ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ¹ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 Καὶ ¹ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ ¹ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν, ¹ 52 δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ Πέτρος ἀπὸ ¹ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ¹ καὶ ἦν ˹συνκαθήμενος˺ μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς ¹ τὸ φῶς. ¹ 55 οἱ ¹ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ¹ ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ¹ Ἐγὼ ¹ καταλύσω ¹ τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· ¹ 59 καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν. 60 καὶ ¹ ἀναστὰς ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων ¹ Οὐκ ¹ ἀποκρίνῃ οὐδέν; ¹ τί ¹ οὗτοί σου καταμαρτυροῦσιν; 61 δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ ¹ Σὺ ¹ εἶ χριστὸς υἱὸς τοῦ εὐλογητοῦ; ¹ 62 δὲ Ἰησοῦς εἶπεν ¹ Ἐγώ ¹ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως ¹ καὶ ἐρχόμενον μετὰ ¹ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 δὲ ἀρχιερεὺς ˹διαρήξας˺ τοὺς χιτῶνας αὐτοῦ λέγει ¹ Τί ¹ ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε τῆς βλασφημίας; ¹ τί ὑμῖν φαίνεται; ¹ οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν ¹ αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ ¹ Προφήτευσον, ¹ καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον. 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, ¹ 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει ¹ Καὶ ¹ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ· ¹ 68 δὲ ἠρνήσατο λέγων ¹ Οὔτε ¹ οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις, ¹ καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον. * 69 καὶ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι ¹ Οὗτος ¹ ἐξ αὐτῶν ἐστίν. ¹ 70 δὲ πάλιν ἠρνεῖτο. καὶ ¹ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ ¹ Ἀληθῶς ¹ ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ· ¹ 71 δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ ¹ οἶδα ¹ τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· ¹ καὶ ¹ ἀνεμνήσθη Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Πρὶν ¹ ἀλέκτορα ˹δὶς φωνῆσαι˺ τρίς με ἀπαρνήσῃ, ¹ καὶ ἐπιβαλὼν ¹ ἔκλαιεν.

Előző fejezet Következő fejezet

Magyarázatok