Mk 15,18

Mk 15

1 Καὶ εὐθὺς πρωὶ ¹ συμβούλιον ¹ ποιήσαντες ¹ οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ¹ ὅλον τὸ συνέδριον ¹ δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν ˹Πειλάτῳ.˺ 2 καὶ ¹ ἐπηρώτησεν αὐτὸν ˹Πειλᾶτος˺ Σὺ ¹ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς αὐτῷ λέγει ¹ Σὺ ¹ λέγεις. 3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ¹ 4 δὲ ˹Πειλᾶτος˺ πάλιν ἐπηρώτα αὐτὸν [λέγων] ¹ Οὐκ ¹ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν. 5 δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν ˹Πειλᾶτον.˺ 6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο. 7 ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν ¹ τῇ στάσει φόνον πεποιήκεισαν. 8 καὶ ἀναβὰς ὄχλος ἤρξατο αἰτεῖσθαι ¹ καθὼς ἐποίει ¹ αὐτοῖς. 9 δὲ ˹Πειλᾶτος˺ ἀπεκρίθη αὐτοῖς λέγων ¹ Θέλετε ¹ ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν [οἱ ¹ ἀρχιερεῖς]. ¹ 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 δὲ ˹Πειλᾶτος˺ πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς ¹ Τί ¹ οὖν ¹ * ποιήσω [ὃν] ¹ λέγετε ¹ τὸν βασιλέα τῶν Ἰουδαίων; 13 οἱ δὲ πάλιν ἔκραξαν ¹ Σταύρωσον ¹ αὐτόν. 14 δὲ ˹Πειλᾶτος˺ ἔλεγεν αὐτοῖς ¹ Τί ¹ γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν ¹ Σταύρωσον ¹ αὐτόν. 15 ὁ ¹ δὲ ˹Πειλᾶτος˺ βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. 16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ἐστιν πραιτώριον, καὶ ˹συνκαλοῦσιν˺ ὅλην τὴν σπεῖραν. 17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν ¹ Χαῖρε, ¹ βασιλεῦ τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, ¹ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ¹ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν· ¹ 21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ ¹ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθὰν ¹ τόπον, ἐστιν ˹μεθερμηνευόμενος˺ Κρανίου Τόπος. 23 καὶ ἐδίδουν ¹ αὐτῷ ἐσμυρνισμένον οἶνον, ¹ ὃς δὲ οὐκ ἔλαβεν. 24 καὶ ¹ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, ¹ βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ. 25 ἦν δὲ ὥρα τρίτη καὶ ¹ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη ¹ Ὁ ¹ βασιλεὺς τῶν Ἰουδαίων. 27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες ¹ Οὐὰ ¹ καταλύων ¹ τὸν ναὸν καὶ οἰκοδομῶν ¹ [ἐν] ¹ τρισὶν ἡμέραις, 30 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον ¹ Ἄλλους ¹ ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32 χριστὸς βασιλεὺς Ἰσραὴλ καταβάτω ¹ νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν. 33 Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ ¹ Ἐλωί ¹ ἐλωί ¹ ˹λαμὰ˺ ˹σαβαχθανεί;˺ ἐστιν μεθερμηνευόμενον ¹ Ὁ ¹ θεός μου [ὁ ¹ θεός ¹ μου], ¹ εἰς τί ἐγκατέλιπές με; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον ¹ Ἴδε ¹ ˹Ἠλείαν˺ φωνεῖ. 36 δραμὼν δέ τις * γεμίσας ¹ σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, ¹ λέγων ¹ Ἄφετε ¹ ἴδωμεν εἰ ἔρχεται ˹Ἠλείας˺ καθελεῖν αὐτόν. 37 δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾽ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν ¹ Ἀληθῶς ¹ οὗτος ἄνθρωπος υἱὸς θεοῦ ἦν. 40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ ˹Μαριὰμ˺ Μαγδαληνὴ καὶ Μαρία Ἰακώβου τοῦ μικροῦ ¹ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, 41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἰεροσόλυμα. ¹ 42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ¹ ἐστιν προσάββατον, 43 ἐλθὼν Ἰωσὴφ ¹ * ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν ˹Πειλᾶτον˺ καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 δὲ ˹Πειλᾶτος˺ ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, ¹ καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ˹ἤδη˺ ἀπέθανεν· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ. 46 καὶ ¹ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν ˹μνήματι˺ ἦν λελατομημένον ἐκ πέτρας, ¹ καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 Ἡ ¹ δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται.

Előző fejezet Következő fejezet

Magyarázatok