1Pt 5,1

1Pt 5

1 ˹Πρεσβυτέρους οὖν ¹ ἐν ¹ ὑμῖν˺ παρακαλῶ ˹συνπρεσβύτερος˺ καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, ¹ 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, * μὴ ¹ ἀναγκαστῶς ˹ἀλλὰ˺ ἑκουσίως, * μηδὲ ¹ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 3 μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5 Ὁμοίως, ¹ νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. ¹ Πάντες ¹ δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι [ὁ] ¹ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ¹ ταπεινοῖς δὲ δίδωσιν χάριν. 6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. 8 Νήψατε, ¹ γρηγορήσατε. ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ¹ * καταπιεῖν· 9 ἀντίστητε στερεοὶ τῇ πίστει, ¹ εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ °ἐν °τῷ °κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 Ὁ ¹ δὲ θεὸς πάσης χάριτος, καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ¹ ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει. * 11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας· ¹ ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, ¹ παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· ¹ εἰς ἣν στῆτε. 13 Ἀσπάζεται ¹ ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ¹ υἱός μου. 14 Ἀσπάσασθε ¹ ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.

Előző fejezet

Magyarázatok