2Kor 2,1

2Kor 2

1 ἔκρινα ¹ γὰρ ἐμαυτῷ τοῦτο, ¹ τὸ ¹ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· ¹ 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς εὐφραίνων με εἰ μὴ λυπούμενος ἐξ ἐμοῦ; 3 καὶ ἔγραψα τοῦτο αὐτὸ ¹ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν. ¹ 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ¹ ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. 5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ˹ἀλλὰ˺ ἀπὸ μέρους ¹ ἵνα μὴ ἐπιβαρῶ ¹ πάντας ὑμᾶς. 6 ἱκανὸν τῷ τοιούτῳ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων, 7 ὥστε τοὐναντίον * ὑμᾶς ¹ χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ τοιοῦτος. 8 διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα ¹ ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, ¹ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. 12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, ¹ καὶ θύρας μοι ἀνεῳγμένης ¹ ἐν κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ˹ἀλλὰ˺ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. 14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ χριστῷ ¹ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σωζομένοις ¹ καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ᾽ ὡς ἐξ ˹εἰλικρινίας,˺ ἀλλ᾽ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.

Előző fejezet Következő fejezet

Magyarázatok