2Kor 3,1

2Kor 3

1 Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἐξ ὑμῶν; 2 ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ, ¹ ˹ἐνγεγραμμένη˺ ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· ¹ 3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ˹ἐνγεγραμμένη˺ οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾽ ἐν πλαξὶν καρδίαις σαρκίναις. 4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ χριστοῦ ¹ πρὸς τὸν θεόν. 5 οὐχ ὅτι ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ˹αὑτῶν,˺ ἀλλ᾽ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, ¹ τὸ γὰρ γράμμα ˹ἀποκτείνει,˺ τὸ δὲ πνεῦμα ζωοποιεῖ. ¹ 7 Εἰ δὲ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωυσέως ¹ διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ˹ἡ διακονία˺ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει διακονία τῆς δικαιοσύνης δόξῃ. 10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· ¹ 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, ¹ 13 καὶ οὐ καθάπερ Μωυσῆς ¹ ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ¹ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 ˹ἀλλὰ˺ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει ¹ μὴ ἀνακαλυπτόμενον, ¹ ὅτι ἐν Χριστῷ καταργεῖται, ¹ 15 ἀλλ᾽ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς ¹ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, ¹ περιαιρεῖται τὸ κάλυμμα. 17 δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, ¹ ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου ¹ κατοπτριζόμενοι ¹ τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, ¹ καθάπερ ἀπὸ κυρίου πνεύματος.

Előző fejezet Következő fejezet

Magyarázatok