Didaché 10,1

Didaché 10

1 Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὗτως εὐχαριστήσατε? 2 Εὐχαριστοῦμέν σοι, πάτερ ἅγιε, Ὑπὲρ τοῦ ἁγίου ὀνόματος σου, Οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, Καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀθανασίας, Ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου? Σοὶ δόξα εἰς τοὺς αἰῶνας. 3 Σύ, δέσποτα παντοκράτορ, Ἔκτισας τὰ πάντα, ἕνεκεν τοῦ ὀνόματός σου, Τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν, ἵνα σοι εὐχαριστήσωσιν, Ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου. 4 Πρὸ πάντων εὐχαριστοῦμέν σοι, ὅτι δυνατὸς εἶ? Σοὶ δόξα εἰς τοὺς αἰῶνας. 5 Μνήσθητι, κύριε, τῆς ἐκκλησίας σου, τοῦ ῥύσασθαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ, Καὶ τελειῶσαι αὐτὴν ἐν τῇ ἀγάπῃ σου, Καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασθεῖσαν, Εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ? Ὅτι σοῦ ἐστιν δύναμις καὶ δόξα εἰς τοὺς αἰῶνας. 6 Ἐλθέτω χάρις καὶ παρελθέτω κόσμος οὗτος. Ὡσαννὰ τῷ θεῷ Δαυίδ. Εἴ τις ἅγιός ἐστιν, ἐρχέσθω? Εἴ τις οὐκ ἔστι, μετανοείτω? Μαρὰν ἀθά? Ἀμήν. 7 Τοῖς δὲ προφήταις ἐπιτρέπετε εὐχαριστεῖν, ὅσα θέλουσιν.

Előző fejezet Következő fejezet

Magyarázatok