Didaché 13,1

Didaché 13

1 Πᾶς δὲ προφήτης ἀληθινὸς, θέλων καθῆσθαι πρὸς ὑμᾶς ἄξιός ἐστι τῆς τροφῆς αὐτοῦ. 2 Ὡσαύτως διδάσκαλος ἀληθινός ἐστιν ἄξιος καὶ αὐτὸς ὥσπερ ἐργάτης τῆς τροφῆς αὐτοῦ· 3 Πᾶσαν οὖν ἀπαρχὴν γεννημάτων ληνοῦ καὶ ἅλωνος, βοῶν τε καὶ προβάτων λαβὼν δώσεις τὴν ἀπαρχὴν τοῖς προφήταις? αὐτοὶ γάρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν. 4 Ἐὰν δὲ μὴ ἔχητε προφήτην, δότε τοῖς πτωχοῖς. 5 Ἐὰν σιτίαν ποιῇς, τὴν ἀπαρχὴν λαβὼν δὸς κατὰ τὴν ἐντολήν. 6 Ὡσαύτως κεράμιον οἴνου ἐλαίου ἀνοίξας, τὴν ἀπαρχὴν λαβὼν δὸς τοῖς προφήταις? 7 ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος λαβὼν τὴν ἀπαρχήν ὡς ἂν σοι δόξῃ, δὸς κατὰ τὴν ἐντολήν.

Előző fejezet Következő fejezet

Magyarázatok