Didaché 12,1

Didaché 12

1 Πᾶς δὲ ἐρχόμενος ἐν ὀνόματι κυρίου, δεχθήτω? ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε, σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν. 2 Εἰ μὲν παρόδιός ἐστιν ἐρχόμενος, βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε? οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο τρεῖς ἡμέρας, ἐὰν ἀνάγκη. 3 Εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω. 4 Εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ᾽ ὑμῶν ζήσεται Χριστιανός. 5 Εἰ δ᾽ οὐ θέλει οὑτω ποιεῖν, χριστέμπρός ἐστι? προσέχετε ἀπὸ τῶν τοιούτων.

Előző fejezet Következő fejezet

Magyarázatok