Jak 2,1

Jak 2

1 Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ¹ 2 ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε ¹ Σὺ ¹ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε ¹ Σὺ ¹ στῆθι κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου, ¹ 4 οὐ ¹ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν ¹ πονηρῶν; ¹ 5 Ἀκούσατε, ¹ ἀδελφοί μου ἀγαπητοί. ¹ οὐχ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, ¹ καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς; 8 εἰ ¹ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν ¹ Ἀγαπήσεις ¹ τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ¹ ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 Ὅστις ¹ γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 γὰρ εἰπών ¹ Μὴ ¹ μοιχεύσῃς ¹ εἶπεν καί ¹ Μὴ ¹ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις ¹ φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως ¹ λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως. 14 Τί ¹ * ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ¹ ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται πίστις σῶσαι αὐτόν; 15 ἐὰν ἀδελφὸς ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι * τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν ¹ Ὑπάγετε ¹ ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ¹ * ὄφελος; 17 οὕτως καὶ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθ᾽ ἑαυτήν. 18 ἀλλ᾽ ¹ ἐρεῖ τις ¹ Σὺ ¹ πίστιν ἔχεις ¹ κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν. 19 σὺ πιστεύεις ὅτι εἷς ˹θεὸς ἔστιν;˺ καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20 θέλεις ¹ δὲ γνῶναι, ἄνθρωπε κενέ, ὅτι πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν; 21 Ἀβραὰμ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ¹ ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 βλέπεις ὅτι πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη γραφὴ λέγουσα ¹ Ἐπίστευσεν ¹ δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ¹ καὶ φίλος θεοῦ ἐκλήθη. 24 ὁρᾶτε ¹ ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25 ὁμοίως δὲ καὶ Ῥαὰβ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ¹ ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 ὥσπερ * τὸ ¹ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.

Előző fejezet Következő fejezet

Magyarázatok