Lk 1,1

Lk 1

1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 2 καθὼς παρέδοσαν ¹ ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3 ˹ἔδοξε˺ κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. 5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, ¹ καὶ τὸ ὄνομα αὐτῆς ˹Ἐλεισάβετ.˺ 6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν [ἡ] ¹ ˹Ἐλεισάβετ˺ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8 Ἐγένετο ¹ δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ ¹ 9 κατὰ τὸ ἔθος τῆς ˹ἱερατίας˺ ˹ἔλαχε˺ τοῦ θυμιᾶσαι εἰσελθὼν ¹ εἰς τὸν ναὸν τοῦ κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· ¹ 11 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ¹ ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, ¹ καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13 εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος ¹ Μὴ ¹ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη δέησίς σου, καὶ γυνή σου ˹Ἐλεισάβετ˺ γεννήσει υἱόν σοι, ¹ καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ˹Ἰωάνην·˺ 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, ¹ καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται· ¹ 15 ἔσται γὰρ μέγας ἐνώπιον ¹ * Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον ¹ τὸν θεὸν αὐτῶν· ¹ 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ˹Ἠλεία,˺ ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ ¹ λαὸν κατεσκευασμένον. 18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον ¹ Κατὰ ¹ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ¹ ἄγγελος εἶπεν αὐτῷ ¹ Ἐγώ ¹ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, ¹ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ¹ ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. 21 καὶ ¹ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, ¹ καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. 22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, ¹ καὶ διέμενεν κωφός. 23 Καὶ ¹ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ˹Ἐλεισάβετ˺ γυνὴ αὐτοῦ· ¹ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, ¹ λέγουσα 25 ὅτι Οὕτως ¹ μοι πεποίηκεν Κύριος ¹ ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις. 26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα ˹Ναζαρὲτ˺ 27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὄνομα Ἰωσὴφ ἐξ οἴκου ˹Δαυείδ,˺ καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν ¹ Χαῖρε, ¹ κεχαριτωμένη, κύριος μετὰ σοῦ. 29 δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος. 30 καὶ ¹ εἶπεν ἄγγελος αὐτῇ ¹ Μὴ ¹ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· ¹ 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, ¹ καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου ¹ κληθήσεται, ¹ καὶ δώσει αὐτῷ Κύριος ¹ θεὸς τὸν θρόνον ˹Δαυεὶδ˺ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, ¹ καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον ¹ Πῶς ¹ ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ ¹ Πνεῦμα ¹ ἅγιον ἐπελεύσεται ἐπὶ σέ, ¹ καὶ δύναμις Ὑψίστου ¹ ἐπισκιάσει ¹ σοι· διὸ καὶ τὸ γεννώμενον ¹ ἅγιον ¹ κληθήσεται, ¹ υἱὸς θεοῦ· ¹ 36 καὶ ἰδοὺ ˹Ἐλεισάβετ˺ συγγενίς σου καὶ αὐτὴ ¹ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, ¹ καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ ¹ Ἰδοὺ ¹ δούλη Κυρίου· ¹ γένοιτό ¹ μοι κατὰ τὸ ῥῆμά σου. καὶ ¹ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ἄγγελος. 39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ˹ὀρινὴν˺ μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ˹Ἐλεισάβετ.˺ 41 καὶ ἐγένετο, ¹ ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ˹Ἐλεισάβετ,˺ ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ˹Ἐλεισάβετ,˺ 42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν ¹ Εὐλογημένη ¹ σὺ ἐν γυναιξίν, ¹ καὶ εὐλογημένος καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ¹ ἔλθῃ μήτηρ