Mk 8,27

Mk 8

1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ¹ προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς ¹ 2 Σπλαγχνίζομαι ¹ ἐπὶ τὸν ὄχλον ¹ ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν ¹ μοι καὶ οὐκ ἔχουσιν ¹ τί ¹ φάγωσιν· 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί ¹ τινες αὐτῶν ἀπὸ ¹ μακρόθεν ˹εἰσίν.˺ 4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι Πόθεν ¹ τούτους δυνήσεταί τις ὧδε χορτάσαι ¹ ἄρτων ἐπ᾽ ἐρημίας; 5 καὶ ἠρώτα αὐτούς ¹ Πόσους ¹ ἔχετε ἄρτους; οἱ δὲ εἶπαν ¹ Ἑπτά. ¹ 6 καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ¹ ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου ¹ τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν ¹ καὶ παρέθηκαν τῷ ὄχλῳ. 7 καὶ ˹εἶχαν˺ ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι. ¹ 8 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, ¹ καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ ˹σφυρίδας.˺ 9 ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη ¹ Δαλμανουθά. 11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο ˹συνζητεῖν˺ αὐτῷ, ζητοῦντες ¹ παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει ¹ Τί ¹ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω, * εἰ ¹ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν. 14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, ¹ καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων ¹ Ὁρᾶτε, ¹ βλέπετε ¹ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης ¹ Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ¹ ἄρτους οὐκ ἔχουσιν. ¹ 17 καὶ γνοὺς λέγει αὐτοῖς ¹ Τί ¹ διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω ¹ νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε ¹ 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ ¹ Δώδεκα. ¹ 20 ὅτε τοὺς ἑπτὰ εἰς ¹ τοὺς τετρακισχιλίους, πόσων ˹σφυρίδων˺ πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν αὐτῷ ¹ Ἑπτά. ¹ 21 καὶ ἔλεγεν αὐτοῖς ¹ Οὔπω ¹ συνίετε; 22 Καὶ ἔρχονται εἰς Βηθσαιδάν. ¹ Καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, ¹ καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ¹ ἐπηρώτα αὐτόν ¹ Εἴ ¹ τι βλέπεις; 24 καὶ ἀναβλέψας ἔλεγεν ¹ Βλέπω ¹ τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. ¹ 25 εἶτα πάλιν ˹ἔθηκεν˺ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, ¹ καὶ ἀπεκατέστη, ¹ καὶ ¹ ἐνέβλεπεν τηλαυγῶς ¹ ἅπαντα. 26 καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων ¹ Μηδὲ ¹ εἰς τὴν κώμην εἰσέλθῃς. 27 Καὶ ἐξῆλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας ˹Καισαρίας˺ τῆς ¹ Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ¹ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς ¹ Τίνα ¹ με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι ¹ ˹Ἰωάνην˺ τὸν βαπτιστήν, καὶ ἄλλοι ˹Ἠλείαν,˺ ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν. 29 καὶ αὐτὸς ἐπηρώτα αὐτούς ¹ Ὑμεῖς ¹ δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς Πέτρος λέγει αὐτῷ ¹ Σὺ ¹ εἶ χριστός. ¹ 30 καὶ ἐπετίμησεν ¹ αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. ¹ 31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ¹ πολλὰ παθεῖν ¹ καὶ ἀποδοκιμασθῆναι ¹ ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι ¹ καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾷν ¹ αὐτῷ. 33 δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει ¹ Ὕπαγε ¹ ὀπίσω μου, Σατανᾶ, ¹ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ¹ ἀλλὰ τὰ τῶν ἀνθρώπων. 34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς ¹ Εἴ ¹ τις θέλει ὀπίσω μου ˹ἐλθεῖν,˺ ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἐὰν θέλῃ τὴν ˹ἑαυτοῦ ψυχὴν˺ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν [ἐμοῦ ¹ καὶ] ¹ τοῦ εὐαγγελίου σώσει αὐτήν. ¹ 36 τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37 τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ υἱὸς τοῦ ἀνθρώπου ¹ ἐπαισχυνθήσεται αὐτὸν ¹ ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Előző fejezet Következő fejezet

Magyarázatok