Mt 13,1

Mt 13

1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· 2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν ˹ἱστήκει.˺ 3 καὶ ¹ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων ¹ Ἰδοὺ ¹ ἐξῆλθεν σπείρων τοῦ σπείρειν. 4 καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν ¹ παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν ¹ αὐτά. 5 ἄλλα δὲ ἔπεσεν ¹ ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν ¹ γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν ¹ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, ¹ 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη ¹ καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. ¹ 7 ἄλλα δὲ ἔπεσεν ¹ ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ˹ἀπέπνιξαν˺ αὐτά. 8 ἄλλα δὲ ἔπεσεν ¹ ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου ¹ καρπόν, μὲν ἑκατὸν ¹ δὲ ἑξήκοντα ¹ δὲ τριάκοντα. 9 Ὁ ¹ ἔχων ὦτα ἀκουέτω. 10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ ¹ Διὰ τί ¹ ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11 δὲ ἀποκριθεὶς εἶπεν * ὅτι ¹ Ὑμῖν ¹ δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν· ¹ 14 καὶ ἀναπληροῦται αὐτοῖς προφητεία Ἠσαίου ¹ λέγουσα ¹ Ἀκοῇ ¹ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 15 ἐπαχύνθη ¹ γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, ¹ καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· ¹ μή ποτε ¹ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, ¹ καὶ ἰάσομαι αὐτούς. 16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, ¹ καὶ τὰ ὦτα [ὑμῶν] ¹ ὅτι ἀκούουσιν. 17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε καὶ οὐκ εἶδαν, ¹ καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν. 18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος. 19 Παντὸς ¹ ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ¹ ἔρχεται πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· ¹ οὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς. 20 δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· ¹ 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22 δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων ¹ καὶ μέριμνα τοῦ αἰῶνος καὶ ἀπάτη τοῦ πλούτου ˹συνπνίγει˺ τὸν λόγον, ¹ καὶ ἄκαρπος γίνεται. 23 δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ μὲν ἑκατὸν ¹ δὲ ἑξήκοντα ¹ δὲ τριάκοντα. 24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ¹ Ὡμοιώθη ¹ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ¹ ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ ἐπέσπειρεν ¹ ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ ¹ Κύριε, ¹ οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; 28 δὲ ἔφη αὐτοῖς ¹ Ἐχθρὸς ¹ ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ ˹αὐτῷ λέγουσιν˺ Θέλεις ¹ οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; 29 δέ φησιν ¹ Οὔ, ¹ μή ποτε ¹ συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ¹ 30 ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ· ¹ καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς ¹ Συλλέξατε ¹ πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ [εἰς] ¹ δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον ˹συνάγετε˺ εἰς τὴν ἀποθήκην μου. 31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ¹ Ὁμοία ¹ ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ¹ ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ˹κατασκηνοῖν˺ ἐν τοῖς κλάδοις αὐτοῦ. 33 Ἄλλην παραβολὴν [ἐλάλησεν ¹ αὐτοῖς]· ¹ Ὁμοία ¹ ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. 34 Ταῦτα ¹ πάντα ἐλάλησεν Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, ¹ καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· ¹ 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος ¹ Ἀνοίξω ¹ ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. * 36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. Καὶ ¹ ˹προσῆλθαν˺ αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες ¹ Διασάφησον ¹ ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 δὲ ἀποκριθεὶς εἶπεν ¹ Ὁ ¹ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνθρώπου· ¹ 38 δὲ ἀγρός ἐστιν κόσμος· ¹