SalZsolt 1,1

SalZsolt 1

1 Ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς· 2 ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· εἶπα Ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης. 3 ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις. 4 πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς. 5 ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν Οὐ μὴ πέσωσιν· 6 καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν. 7 αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν· 8 αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη, ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει.

Következő fejezet

Magyarázatok