SalZsolt 18,1

SalZsolt 18

1 Ψαλμὸς τῷ Σαλωμων· ἔτι τοῦ χριστοῦ κυρίου. Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα, χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ισραηλ· 2 οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ᾽ αὐτά, καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν· τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι. 3 τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους, καὶ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς Ισραηλ. 4 παιδεία σου ἐφ᾽ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ. 5 καθαρίσαι θεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ, εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ. 6 Μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις ἰδεῖν τὰ ἀγαθὰ κυρίου, ποιήσει γενεᾷ τῇ ἐρχομένῃ 7 ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος 8 κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου 9 γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους. διάψαλμα. 10 Μέγας ἡμῶν θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν διατάξας ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· 11 ἐν φόβῳ θεοῦ ὁδὸς αὐτῶν καθ᾽ ἑκάστην ἡμέραν ἀφ᾽ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς θεὸς καὶ ἕως αἰῶνος· 12 καὶ οὐκ ἐπλανήθησαν ἀφ᾽ ἧς ἡμέρας ἔκτισεν αὐτούς, ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν, εἰ μὴ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ.

Előző fejezet

Magyarázatok