Zsid 1,1

Zsid 1

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις 2 ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. 5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων ¹ Υἱός ¹ μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, ¹ καὶ πάλιν ¹ Ἐγὼ ¹ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει ¹ Καὶ ¹ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. 7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει ¹ Ὁ ¹ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, ¹ καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· ¹ 8 πρὸς δὲ τὸν υἱόν ¹ Ὁ ¹ θρόνος σου θεὸς εἰς τὸν αἰῶνα [τοῦ ¹ αἰῶνος], ¹ καὶ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας ˹αὐτοῦ.˺ 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε θεός, ¹ θεός σου, ¹ ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· ¹ 10 καί ¹ Σὺ ¹ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· ¹ καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ αὐτὸς εἶ, ¹ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε ¹ Κάθου ¹ ἐκ δεξιῶν μου ¹ ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

Következő fejezet

Magyarázatok