Zsolt 128,6

Zsolt 128

1 ᾨδὴ τῶν ἀναβαθμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ισραηλ, 2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· 4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. 5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων. 6 γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ θερίζων καὶ τὸν κόλπον αὐτοῦ τὰ δράγματα συλλέγων, 8 καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ᾽ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.

Előző fejezet Következő fejezet

Magyarázatok