Zsolt 133,1

Zsolt 133

1 ᾨδὴ τῶν ἀναβαθμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. 2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον. 3 εὐλογήσει σε κύριος ἐκ Σιων ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

Előző fejezet Következő fejezet

Magyarázatok