Zsolt 4,1

Zsolt 4

1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ. 2 Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; διάψαλμα. 4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ· κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα. 6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον. 7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. 8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με.

Előző fejezet Következő fejezet

Magyarázatok