Zsolt 97,8

Zsolt 97

1 Ψαλμὸς τῷ Δαυιδ. ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν κύριος· ἔσωσεν αὐτῷ δεξιὰ αὐτοῦ καὶ βραχίων ἅγιος αὐτοῦ. 2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. 3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ· εἴδοσαν ¹ πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. 4 ἀλαλάξατε τῷ θεῷ, πᾶσα γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε· 5 ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ· 6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου. 7 σαλευθήτω θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ· 8 ποταμοὶ κροτήσουσιν ¹ χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται, ¹ 9 ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.

Előző fejezet Következő fejezet

Magyarázatok