Acs 8,30

Acs 8

1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἰεροσολύμοις· ¹ πάντες [δὲ] ¹ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ ˹Σαμαρίας˺ πλὴν τῶν ἀποστόλων. 2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ. 3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. 4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. 5 Φίλιππος δὲ κατελθὼν εἰς τὴν ¹ πόλιν τῆς ˹Σαμαρίας˺ ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. ¹ 6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν ¹ αὐτοὺς ¹ καὶ βλέπειν ¹ τὰ σημεῖα ἐποίει· ¹ 7 πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο, ¹ πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· 8 ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ. 9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προυπῆρχεν ¹ ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς ˹Σαμαρίας,˺ λέγων εἶναί τινα ἑαυτὸν μέγαν, 10 προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες ¹ Οὗτός ¹ ἐστιν Δύναμις ¹ τοῦ θεοῦ καλουμένη Μεγάλη. ¹ 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ¹ ἱκανῷ χρόνῳ ταῖς ˹μαγίαις˺ ἐξεστακέναι αὐτούς. 12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, ¹ καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο. 14 Ἀκούσαντες δὲ οἱ ἐν Ἰεροσολύμοις ¹ ἀπόστολοι ὅτι δέδεκται ˹Σαμαρία˺ τὸν λόγον τοῦ θεοῦ ¹ ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ ˹Ἰωάνην,˺ 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16 οὐδέπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς ¹ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 17 τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ᾽ αὐτούς, ¹ καὶ ἐλάμβανον πνεῦμα ἅγιον. 18 Ἰδὼν δὲ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα ¹ προσήνεγκεν αὐτοῖς χρήματα 19 λέγων ¹ Δότε ¹ κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν ¹ Τὸ ¹ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ¹ ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. ¹ 21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ. 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, ¹ καὶ δεήθητι τοῦ κυρίου ¹ εἰ ἄρα ἀφεθήσεταί σοι ἐπίνοια τῆς καρδίας σου· ¹ 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ Σίμων εἶπεν ¹ Δεήθητε ¹ ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε. 25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς Ἰεροσόλυμα, ¹ πολλάς τε κώμας τῶν ˹Σαμαρειτῶν˺ εὐηγγελίζοντο. 26 Ἄγγελος δὲ Κυρίου ¹ ἐλάλησεν πρὸς Φίλιππον λέγων ¹ Ἀνάστηθι ¹ καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· ¹ αὕτη ἐστὶν ἔρημος. 27 καὶ ἀναστὰς ἐπορεύθη, ¹ καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, [ὃς] ¹ ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ, 28 ἦν ˹δὲ˺ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαίαν. ¹ 29 εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ ¹ Πρόσελθε ¹ καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 προσδραμὼν δὲ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαίαν ¹ τὸν προφήτην, ¹ καὶ εἶπεν ¹ Ἆρά γε ¹ γινώσκεις ἀναγινώσκεις; 31 δὲ εἶπεν ¹ Πῶς ¹ γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη ¹ Ὡς ¹ πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ¹ καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ ˹κείροντος˺ αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 Ἐν τῇ ταπεινώσει * ἡ ¹ κρίσις αὐτοῦ ἤρθη· ¹ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ¹ ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ. 34 ἀποκριθεὶς δὲ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν ¹ Δέομαί ¹ σου, περὶ τίνος προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν εὐνοῦχος ¹ Ἰδοὺ ¹ ὕδωρ· ¹ τί κωλύει με βαπτισθῆναι; 38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, ¹ καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ¹ τε Φίλιππος καὶ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα Κυρίου ¹ ἥρπασεν τὸν Φίλιππον, ¹ καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, ¹ καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς ˹Καισαρίαν.˺

Előző fejezet Következő fejezet

Magyarázatok