1Kor 12,1

1Kor 12

1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2 Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. 3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ¹ Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν ¹ Κύριος Ἰησοῦς ¹ εἰ μὴ ἐν πνεύματι ἁγίῳ. 4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· 5 καὶ διαιρέσεις διακονιῶν εἰσίν, ¹ καὶ αὐτὸς κύριος· 6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ˹καὶ ὁ˺ αὐτὸς θεός, ¹ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7 ἑκάστῳ δὲ δίδοται φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8 μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, 9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, 10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ [δὲ] προφητεία, ἄλλῳ [δὲ] διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ˹ἑρμηνία˺ γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, ¹ διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. 12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ χριστός· ¹ 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, ¹ εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν. 14 καὶ ¹ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ πούς ¹ Ὅτι ¹ οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· ¹ 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς ¹ Ὅτι ¹ οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· ¹ 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ὄσφρησις; 18 ˹νῦν˺ δὲ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ¹ ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ ¹ δὲ ἦν ¹ [τὰ] ¹ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 νῦν δὲ πολλὰ ¹ * μέλη, ἓν δὲ ¹ σῶμα. 21 οὐ δύναται [δὲ] ¹ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί ¹ Χρείαν ¹ σου οὐκ ἔχω, πάλιν κεφαλὴ τοῖς ποσίν ¹ Χρείαν ¹ ὑμῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, ¹ 23 καὶ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, ¹ τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, ¹ 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ¹ ˹ἀλλὰ˺ θεὸς συνεκέρασεν τὸ σῶμα, ¹ τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ σχίσμα ἐν τῷ σώματι, ¹ ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων ˹μεριμνῶσι˺ τὰ μέλη. 26 καὶ εἴτε πάσχει ἓν μέλος, ˹συνπάσχει˺ πάντα τὰ μέλη· εἴτε δοξάζεται ¹ * μέλος, ˹συνχαίρει˺ πάντα τὰ μέλη. 27 ὑμεῖς ¹ δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔθετο θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; ¹ 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31 ζηλοῦτε ¹ δὲ τὰ χαρίσματα τὰ μείζονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

Előző fejezet Következő fejezet

Magyarázatok