1Kor 13,1

1Kor 13

1 Ἐὰν ¹ ταῖς γλώσσαις ¹ τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα ¹ χαλκὸς ἠχῶν κύμβαλον ἀλαλάζον. 2 ˹κἂν˺ ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ¹ ˹κἂν˺ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη ˹μεθιστάνειν,˺ ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. 3 κἂν ¹ ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, ¹ ˹κἂν˺ παραδῶ τὸ σῶμά μου, ¹ ἵνα καυχήσωμαι, ¹ ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ¹ ἀγάπη ¹ οὐ ζηλοῖ, ¹ * οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ¹ ἑαυτῆς, ¹ οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, ˹συνχαίρει˺ δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 ἀγάπη οὐδέποτε πίπτει. ¹ εἴτε ¹ δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ ¹ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ¹ ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ ¹ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. ¹ 13 νυνὶ ¹ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· ¹ τὰ τρία ταῦτα, ¹ μείζων ¹ δὲ τούτων ἀγάπη.

Előző fejezet Következő fejezet

Magyarázatok