2Kor 10,1

2Kor 10

1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ˹ἐπιεικίας˺ τοῦ χριστοῦ, ¹ ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· 2 δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. 3 Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα, 4 – τὰ ¹ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, – ¹ λογισμοὺς καθαιροῦντες 5 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ χριστοῦ, ¹ 6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ὑπακοή. 7 Τὰ κατὰ πρόσωπον βλέπετε. ¹ εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ᾽ ἑαυτοῦ ¹ ὅτι καθὼς αὐτὸς Χριστοῦ ¹ οὕτως καὶ ἡμεῖς. 8 ἐάν τε ¹ γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ¹ ἧς ἔδωκεν κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, ¹ 9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· 10 ὅτι Αἱ ¹ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ λόγος ἐξουθενημένος. 11 τοῦτο λογιζέσθω τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. 12 Οὐ γὰρ τολμῶμεν ˹ἐνκρῖναι˺ ˹συνκρῖναι˺ ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ¹ ˹ἀλλὰ˺ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ ˹συνκρίνοντες˺ ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν. ¹ 13 ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ¹ ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν· ¹ 14 – οὐ ¹ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ· – ¹ 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, ¹ 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17 δὲ καυχώμενος ἐν Κυρίῳ ¹ καυχάσθω· 18 οὐ γὰρ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ˹ἀλλὰ˺ ὃν κύριος συνίστησιν.

Előző fejezet Következő fejezet

Magyarázatok