2Kor 12,1

2Kor 12

1 Καυχᾶσθαι δεῖ· ¹ οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. ¹ 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, – εἴτε ¹ ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, θεὸς οἶδεν, – ¹ ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, – εἴτε ¹ ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος [οὐκ ¹ οἶδα,] ¹ θεὸς οἶδεν, – ¹ 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις. 6 ἐὰν ¹ γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με ἀκούει * ἐξ ¹ ἐμοῦ, ¹ 7 καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ¹ ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ· ¹ 9 καὶ εἴρηκέν μοι ¹ Ἀρκεῖ ¹ σοι χάρις μου· ¹ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις, * ἵνα ¹ ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ δύναμις τοῦ χριστοῦ. ¹ 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. 11 Γέγονα ἄφρων· ¹ ὑμεῖς με ἠναγκάσατε· ¹ ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι. ¹ οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, ¹ εἰ καὶ οὐδέν εἰμι· ¹ 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ¹ ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις [τε] ¹ καὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. 14 Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ˹ἀλλὰ˺ ὑμᾶς, ¹ οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ¹ ˹ἀλλὰ˺ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. εἰ περισσοτέρως ὑμᾶς ˹ἀγαπῶ,˺ ἧσσον ἀγαπῶμαι; 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ˹ἀλλὰ˺ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν; 19 Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ¹ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. ¹ τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, ¹ 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, ¹ κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, ¹ μή πως ἔρις, ζῆλος, θυμοί, ˹ἐριθίαι,˺ καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν ἐλθόντος μου ταπεινώσῃ με θεός μου πρὸς ὑμᾶς, ¹ καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ἔπραξαν.

Előző fejezet Következő fejezet

Magyarázatok