Didaché 11,1

Didaché 11

1 Ὃς ἂν οὖν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα, δέξασθε αὐτόν? 2 ἐὰν δὲ αὐτὸς διδάσκων στραφεὶς διδάσκῃ ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκούσητε? εἰς δὲ τὸ προσθεῖναι δικαοσύνην καὶ γνῶσιν κυρίου, δέξασθε αὐτὸν ὡς κύριον. 3 Περὶ δὲ τὼν ἀποστόλων καὶ προπητῶν, κατὰ τὸ δόγμα τοῦ εὐαγγελίου οὕτω ποιήσατε. 4 Πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς δεχθήτω ὡς κύριος? 5 οὐ μενεῖ δὲ εἰ μὴ ἡμέραν μίαν? ἐὰν δὲ χρεία, καὶ τὴν ἄλλην? τρεῖς δὲ ἐὰν μείνῃ, ψευδοπροφήτης ἐστίν. 6 Ἐξερχόμενος δὲ ἀπόστολος μηδὲν λαμβανέτω εἰ μὴ ἄρτον, ἕως οὗ αὐλισθῇ? ἐὰν δὲ ἀργύριον αἰτῇ, ψευδοπροφήτης ἐστί. 7 Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε? πᾶσα γὰρ ἁμαρτία ἀφεθήσεται, αὕτη δὲ ἁμαρτία οὐκ ἀφεθήσεται. 8 Οὐ πᾶς δὲ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν, ἀλλ᾽ ἐὰν ἔχῃ τοὺς τρόπους κυρίου. Ἀπὸ οὖν τῶν τροπῶν γνωσθήσεται ψευδοπροφήτης καὶ προφήτης. 9 Καὶ πᾶς προφήτης ὁριζων τράπεζαν ἐν πνεύματι, οὐ φάγεται ἀπ᾽ αὐτῆς, εἰ δὲ μήγε ψευδοπροφήτης ἐστί. 10 Πᾶς δὲ προφήτης διδάσκων τὴν ἀλήθειαν, εἰ διδάσκει οὐ ποιεῖ, ψευδοπρφήτης ἐστί. 11 Πᾶς δὲ προφήτης δεδοκιμασμένος, ἀληθινός, ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας, μὴ διδάσκων δὲ ποιεῖν, ὅσα αὐτὸς ποιεῖ, οὐ κριθήσεται ἐφ᾽ ὑμῶν? μετὰ θεοῦ γὰρ ἔχει τὴν κρίσιν? ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται. 12 Ὃς δ᾽ ἂν εἴπῃ ἐν πνεύματι? δός μοι ἀργύρια ἕτερά τινα, οὐκ ἀκούσεσθε αὐτοῦ? ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπῃ δοῦναι, μηδεὶς αὐτὸν κρινέτω.

Előző fejezet Következő fejezet

Magyarázatok