Jak 4,1

Jak 4

1 Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε, ¹ καὶ οὐκ ἔχετε· ¹ φονεύετε καὶ ζηλοῦτε, ¹ καὶ οὐ δύνασθε ἐπιτυχεῖν· ¹ μάχεσθε καὶ πολεμεῖτε. ¹ οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· ¹ 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 μοιχαλίδες, ¹ οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; ¹ ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει ¹ Πρὸς ¹ φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ¹ κατῴκισεν ἐν ἡμῖν; ¹ 6 μείζονα δὲ δίδωσιν χάριν· ¹ διὸ λέγει ¹ Ὁ ¹ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ¹ ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 Ὑποτάγητε ¹ οὖν τῷ θεῷ· ¹ ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν· 8 ἐγγίσατε τῷ θεῷ, ¹ καὶ ˹ἐγγίσει˺ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ¹ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν· ¹ 10 ταπεινώθητε ἐνώπιον Κυρίου, ¹ καὶ ὑψώσει ὑμᾶς. 11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ¹ καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς ἔστιν ¹ * νομοθέτης καὶ κριτής, ¹ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ¹ κρίνων τὸν πλησίον; 13 Ἄγε νῦν οἱ λέγοντες ¹ Σήμερον ¹ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· ¹ 14 οἵτινες οὐκ ἐπίστασθε ¹ * τῆς αὔριον ποία ζωὴ ὑμῶν· ¹ ἀτμὶς γάρ ἐστε ¹ * πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη· ¹ 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς ¹ Ἐὰν ¹ κύριος ˹θέλῃ,˺ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ˹ἀλαζονίαις˺ ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν. ¹

Előző fejezet Következő fejezet

Magyarázatok