Jel 17,1

Jel 17

1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, ¹ καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων ¹ Δεῦρο, ¹ δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, 2 μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, ¹ καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. 3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ ¹ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ¹ ὀνόματα βλασφημίας, ¹ ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα· ¹ 4 καὶ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, ¹ καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον ¹ βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, ¹ 5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν μεγάλη, μήτηρ τῶν πορνῶν ¹ καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· ¹ 7 καὶ ¹ εἶπέν μοι ἄγγελος ¹ Διὰ τί ¹ ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, ¹ τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· ¹ 8 τὸ ¹ θηρίον εἶδες ἦν καὶ οὐκ ἔστιν, ¹ καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, ¹ καὶ εἰς ἀπώλειαν ὑπάγει· ¹ καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ πάρεσται. ¹ 9 Ὧδε ¹ νοῦς ἔχων σοφίαν. αἱ ¹ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν· 10 οἱ πέντε ἔπεσαν, ¹ εἷς ἔστιν, ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι, ¹ 11 καὶ τὸ θηρίον ἦν καὶ οὐκ ἔστιν. ¹ καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 καὶ ¹ τὰ δέκα κέρατα εἶδες δέκα βασιλεῖς εἰσίν, ¹ οἵτινες βασιλείαν οὔπω ἔλαβον, ˹ἀλλὰ˺ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 οὗτοι μίαν γνώμην ἔχουσιν, ¹ καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, ¹ καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, ¹ καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15 Καὶ λέγει μοι ¹ Τὰ ¹ ὕδατα εἶδες, ¹ οὗ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16 καὶ τὰ δέκα κέρατα εἶδες καὶ τὸ θηρίον, ¹ οὗτοι ˹μισήσουσι˺ τὴν πόρνην, ¹ καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, ¹ καὶ τὰς σάρκας αὐτῆς φάγονται, ¹ καὶ αὐτὴν κατακαύσουσιν [ἐν] ¹ πυρί· ¹ 17 γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, ¹ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ¹ ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. 18 καὶ γυνὴ ἣν εἶδες ἔστιν πόλις μεγάλη ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Előző fejezet Következő fejezet

Magyarázatok