Jel 4,1

Jel 4

1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ φωνὴ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ, ¹ λέγων ¹ Ἀνάβα ¹ ὧδε, καὶ δείξω σοι δεῖ γενέσθαι. ¹ μετὰ ¹ ταῦτα ¹ 2 εὐθέως ¹ ἐγενόμην ἐν πνεύματι· ¹ καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, 3 καὶ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ. 4 καὶ ¹ κυκλόθεν τοῦ θρόνου ˹θρόνοι˺ εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ¹ * ἱματίοις λευκοῖς, ¹ καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ¹ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· ¹ καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, 6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. καὶ ¹ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου ˹τέσσερα˺ ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· ¹ 7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, ¹ καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, ¹ καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, ¹ καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ· ¹ 8 καὶ τὰ ˹τέσσερα˺ ζῷα, ἓν καθ᾽ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· ¹ καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες ¹ Ἅγιος ¹ ἅγιος ἅγιος Κύριος, ¹ θεός, ¹ παντοκράτωρ, ἦν καὶ ὢν καὶ ἐρχόμενος. 9 Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ˹ἐπὶ τοῦ ¹ θρόνου,˺ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, ¹ καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ¹ καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, ¹ λέγοντες ¹ 11 Ἄξιος ¹ εἶ, κύριος καὶ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, ¹ καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.

Előző fejezet Következő fejezet

Magyarázatok