Jn 18,1

Jn 18

1 Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ Χειμάρρου ¹ ˹τῶν˺ Κέδρων ¹ ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 ᾔδει ¹ δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [ἐκ] ¹ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. 4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν ἐξῆλθεν, ¹ καὶ λέγει αὐτοῖς ¹ Τίνα ¹ ζητεῖτε; 5 ἀπεκρίθησαν αὐτῷ ¹ Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ¹ Ἐγώ ¹ εἰμι. ˹ἱστήκει˺ δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν. 6 ὡς οὖν εἶπεν αὐτοῖς ¹ Ἐγώ ¹ εἰμι, ˹ἀπῆλθαν˺ εἰς τὰ ὀπίσω καὶ ἔπεσαν ¹ χαμαί. 7 πάλιν ¹ οὖν ἐπηρώτησεν αὐτούς ¹ Τίνα ¹ ζητεῖτε; οἱ δὲ εἶπαν ¹ Ἰησοῦν τὸν Ναζωραῖον. 8 ἀπεκρίθη Ἰησοῦς ¹ Εἶπον ¹ ὑμῖν ὅτι ἐγώ εἰμι· ¹ εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9 ἵνα πληρωθῇ λόγος ὃν εἶπεν ὅτι Οὓς ¹ δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ¹ ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν Ἰησοῦς τῷ Πέτρῳ ¹ Βάλε ¹ τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον δέδωκέν μοι πατὴρ οὐ μὴ πίω αὐτό; 12 οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν 13 καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καιάφα, ¹ ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· 14 ἦν δὲ Καιάφας ¹ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. 15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, ¹ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16 δὲ Πέτρος ˹ἱστήκει˺ πρὸς ¹ τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν μαθητὴς ἄλλος γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 λέγει οὖν τῷ Πέτρῳ παιδίσκη θυρωρός ¹ Μὴ ¹ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος ¹ Οὐκ ¹ εἰμί. 18 ˹ἱστήκεισαν˺ δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ¹ ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ Πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. 19 οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 ἀπεκρίθη αὐτῷ Ἰησοῦς ¹ Ἐγὼ ¹ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ¹ ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· ¹ 21 τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν εἶπον ἐγώ. 22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών ¹ Οὕτως ¹ ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 ἀπεκρίθη αὐτῷ Ἰησοῦς ¹ Εἰ ¹ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 Ἀπέστειλεν ¹ οὖν αὐτὸν Ἅννας δεδεμένον πρὸς Καιάφαν ¹ τὸν ἀρχιερέα. 25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ ¹ Μὴ ¹ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν ¹ Οὐκ ¹ εἰμί. 26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον ¹ Οὐκ ¹ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ; 27 πάλιν οὖν ἠρνήσατο Πέτρος· ¹ καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καιάφα ¹ εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί· ¹ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα. 29 ἐξῆλθεν ¹ οὖν ˹Πειλᾶτος˺ ἔξω πρὸς αὐτοὺς καί ¹ φησιν ¹ Τίνα ¹ κατηγορίαν φέρετε * τοῦ ἀνθρώπου ¹ τούτου; ¹ 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ ¹ Εἰ ¹ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 εἶπεν οὖν αὐτοῖς ¹ * Πειλᾶτος Λάβετε ¹ αὐτὸν ὑμεῖς, ¹ καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι ¹ Ἡμῖν ¹ οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ¹ 33 Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ˹Πειλᾶτος˺ καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ ¹ Σὺ ¹ εἶ βασιλεὺς τῶν Ἰουδαίων; 34 ἀπεκρίθη Ἰησοῦς ¹ Ἀπὸ ¹ σεαυτοῦ σὺ τοῦτο λέγεις ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη ˹Πειλᾶτος˺ Μήτι ¹ ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰησοῦς ¹ Ἡ ¹ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ¹ ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 εἶπεν οὖν αὐτῷ ˹Πειλᾶτος˺ Οὐκοῦν ¹ βασιλεὺς εἶ σύ; ἀπεκρίθη [ὁ] ¹ Ἰησοῦς ¹ Σὺ ¹ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ¹ ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 λέγει αὐτῷ ˹Πειλᾶτος˺ Τί ¹ ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, ¹ καὶ λέγει αὐτοῖς ¹ Ἐγὼ ¹ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν· ¹ 39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν [ἐν] ¹ τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 40 ἐκραύγασαν οὖν πάλιν λέγοντες ¹ Μὴ ¹ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ Βαραββᾶς λῃστής.

Előző fejezet Következő fejezet

Magyarázatok