Lev 12,5

Lev 12

1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2 Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς ¹ πρὸς αὐτούς Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς ἀκάθαρτος ἔσται· 3 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ ¹ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· 4 καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθήσεται ¹ ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, παντὸς ἁγίου οὐχ ἅψεται ¹ καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ¹ ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. 5 ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ¹ ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. 6 καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾽ υἱῷ ἐπὶ θυγατρί, προσοίσει ¹ ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νεοσσὸν περιστερᾶς τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα, 7 καὶ προσοίσει ¹ ἔναντι κυρίου καὶ ἐξιλάσεται ¹ περὶ αὐτῆς ἱερεὺς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος νόμος τῆς τικτούσης ἄρσεν θῆλυ. 8 ἐὰν δὲ μὴ εὑρίσκῃ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήμψεται ¹ δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται ¹ περὶ αὐτῆς ἱερεύς, καὶ καθαρισθήσεται. ¹

Előző fejezet Következő fejezet

Magyarázatok