Lk 3,1

Lk 3

1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου ˹Πειλάτου˺ τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ˹Ἀβειληνῆς˺ τετρααρχοῦντος, 2 ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καιάφα, ¹ ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ˹Ἰωάνην˺ τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3 καὶ ¹ ἦλθεν εἰς πᾶσαν ¹ * περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, 4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαίου ¹ τοῦ προφήτου ¹ Φωνὴ ¹ βοῶντος ἐν τῇ ἐρήμῳ ¹ Ἑτοιμάσατε ¹ τὴν ὁδὸν Κυρίου, ¹ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. ¹ 5 πᾶσα φάραγξ πληρωθήσεται ¹ καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, ¹ καὶ ἔσται ¹ τὰ σκολιὰ εἰς ˹εὐθείας˺ καὶ αἱ τραχεῖαι εἰς ¹ ὁδοὺς λείας· 6 καὶ ὄψεται πᾶσα σὰρξ ¹ τὸ σωτήριον τοῦ θεοῦ. 7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ ¹ Γεννήματα ¹ ἐχιδνῶν, ¹ τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ¹ ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 ποιήσατε ¹ οὖν καρποὺς ἀξίους τῆς μετανοίας· ¹ καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς ¹ Πατέρα ¹ ἔχομεν τὸν Ἀβραάμ, ¹ λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9 ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν [καλὸν] ¹ ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 10 καὶ ¹ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες ¹ Τί ¹ οὖν ποιήσωμεν; 11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς ¹ Ὁ ¹ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ¹ καὶ εἶπαν πρὸς αὐτόν ¹ Διδάσκαλε, ¹ τί ποιήσωμεν; 13 δὲ εἶπεν πρὸς αὐτούς ¹ Μηδὲν ¹ πλέον παρὰ ¹ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες ¹ Τί ¹ ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς ¹ Μηδένα ¹ διασείσητε μηδὲ συκοφαντήσητε, ¹ καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. 15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ˹Ἰωάνου,˺ μή ποτε ¹ αὐτὸς εἴη ¹ χριστός, 16 ἀπεκρίνατο λέγων πᾶσιν ˹Ἰωάνης˺ Ἐγὼ ¹ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, ¹ οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι ¹ τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν ¹ τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· ¹ 19 ὁ ¹ δὲ Ἡρῴδης τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν Ἡρῴδης, 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, * κατέκλεισεν ¹ τὸν ˹Ἰωάνην˺ ἐν φυλακῇ. 21 Ἐγένετο δὲ ἐν ¹ τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, ¹ καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι ¹ Σὺ ¹ εἶ υἱός μου ἀγαπητός, ¹ ἐν σοὶ εὐδόκησα. 23 Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν ¹ τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, ¹ Ἰωσήφ ¹ τοῦ ˹Ἡλεί˺ 24 τοῦ ˹Ματθάτ˺ τοῦ ˹Λευεί˺ τοῦ ˹Μελχεί˺ τοῦ Ἰανναί ¹ τοῦ Ἰωσήφ ¹ 25 τοῦ Ματταθίου τοῦ Ἀμώς ¹ τοῦ Ναούμ ¹ τοῦ ˹Ἐσλεί˺ τοῦ Ναγγαί ¹ 26 τοῦ Μαάθ ¹ τοῦ Ματταθίου τοῦ ˹Σεμεείν˺ τοῦ Ἰωσήχ ¹ τοῦ Ἰωδά ¹ 27 τοῦ Ἰωανάν ¹ τοῦ Ῥησά ¹ τοῦ Ζοροβάβελ ¹ τοῦ Σαλαθιήλ ¹ τοῦ ˹Νηρεί˺ 28 τοῦ ˹Μελχεί˺ τοῦ ˹Ἀδδεί˺ τοῦ Κωσάμ ¹ τοῦ Ἐλμαδάμ ¹ τοῦ Ἤρ ¹ 29 τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ ˹Ἰωρείμ˺ τοῦ Μαθθάτ ¹ τοῦ ˹Λευεί˺ 30 τοῦ Συμεών ¹ τοῦ Ἰούδα τοῦ Ἰωσήφ ¹ τοῦ Ἰωνάμ ¹ τοῦ ˹Ἐλιακείμ˺ 31 τοῦ Μελεά ¹ τοῦ Μεννά ¹ τοῦ Ματταθά ¹ τοῦ Ναθάμ ¹ τοῦ ˹Δαυείδ˺ 32 τοῦ Ἰεσσαί ¹ τοῦ ˹Ἰωβήλ˺ τοῦ Βοός ¹ τοῦ Σαλά ¹ τοῦ Ναασσών * 33 τοῦ ˹Ἀδμείν˺ τοῦ ˹Ἀρνεί˺ τοῦ ˹Ἑσρών˺ τοῦ Φαρές ¹ τοῦ Ἰούδα 34 τοῦ Ἰακώβ ¹ τοῦ Ἰσαάκ ¹ τοῦ Ἀβραάμ ¹ τοῦ Θαρά ¹ τοῦ Ναχώρ ¹ 35 τοῦ Σερούχ ¹ τοῦ Ῥαγαύ ¹ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλά ¹ 36 τοῦ Καινάμ ¹ τοῦ Ἀρφαξάδ ¹ τοῦ Σήμ ¹ τοῦ Νῶε τοῦ Λάμεχ 37 τοῦ Μαθουσαλά ¹ τοῦ Ἑνώχ ¹ τοῦ Ἰάρετ τοῦ Μαλελεήλ ¹ τοῦ Καινάμ ¹ 38 τοῦ Ἐνώς ¹ τοῦ Σήθ ¹ τοῦ Ἀδάμ ¹ τοῦ θεοῦ.

Előző fejezet Következő fejezet

Magyarázatok