Lk 4,1

Lk 4

1 Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, ¹ καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ 2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, ¹ καὶ ¹ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν. 3 εἶπεν δὲ αὐτῷ διάβολος ¹ Εἰ ¹ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ¹ ἄρτος. 4 καὶ ἀπεκρίθη πρὸς αὐτὸν Ἰησοῦς ¹ Γέγραπται ¹ ὅτι Οὐκ ¹ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. 5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας ¹ τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· ¹ 6 καὶ εἶπεν αὐτῷ διάβολος ¹ Σοὶ ¹ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ˹ἂν˺ θέλω δίδωμι αὐτήν· 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. 8 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῷ ¹ Γέγραπται ¹ Κύριον ¹ τὸν θεόν σου προσκυνήσεις ¹ καὶ αὐτῷ μόνῳ λατρεύσεις. ¹ 9 Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ¹ καὶ εἶπεν [αὐτῷ] ¹ Εἰ ¹ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι ¹ σε, ¹ 11 καὶ ὅτι ἐπὶ χειρῶν ¹ ἀροῦσίν σε ¹ μή ποτε ¹ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Εἴρηται ¹ Οὐκ ¹ ἐκπειράσεις ¹ Κύριον ¹ τὸν θεόν σου. 13 Καὶ συντελέσας πάντα πειρασμὸν διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ. 14 Καὶ ὑπέστρεψεν Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, ¹ δοξαζόμενος ὑπὸ πάντων. 16 Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, ¹ καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ¹ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, ¹ καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαίου, ¹ καὶ ˹ἀνοίξας˺ τὸ βιβλίον εὗρεν [τὸν] ¹ τόπον οὗ ἦν γεγραμμένον ¹ 18 Πνεῦμα ¹ Κυρίου ¹ ἐπ᾽ ἐμέ, ¹ οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι ¹ πτωχοῖς, ἀπέσταλκέν με ¹ κηρύξαι ¹ αἰχμαλώτοις ἄφεσιν ¹ καὶ τυφλοῖς ἀνάβλεψιν, ¹ ἀποστεῖλαι ¹ τεθραυσμένους ἐν ἀφέσει, ¹ 19 κηρύξαι ¹ ἐνιαυτὸν Κυρίου ¹ δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες ¹ αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι ¹ Σήμερον ¹ πεπλήρωται γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ¹ ὑμῶν. 22 καὶ ¹ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος ¹ τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, ¹ καὶ ἔλεγον ¹ Οὐχὶ ¹ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23 καὶ εἶπεν πρὸς αὐτούς ¹ Πάντως ¹ ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην ¹ Ἰατρέ, ¹ θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπεν δέ ¹ Ἀμὴν ¹ λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ˹Ἠλείου˺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη οὐρανὸς ¹ * ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ˹Ἠλείας˺ εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, ¹ εἰ μὴ Ναιμὰν Σύρος. 28 καὶ ἐπλήσθησαν ¹ πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, ¹ 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, ¹ καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ πόλις ᾠκοδόμητο ¹ αὐτῶν, ¹ ὥστε κατακρημνίσαι αὐτόν· 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ¹ ἐπορεύετο. ¹ 31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. Καὶ ¹ ἦν διδάσκων ¹ αὐτοὺς ἐν τοῖς σάββασιν· ¹ 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ. 33 καὶ ¹ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, ¹ καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ ¹ 34 Ἔα, ¹ τί ἡμῖν ¹ καὶ σοί, ¹ Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε ¹ τίς εἶ, ἅγιος τοῦ θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων ¹ Φιμώθητι ¹ καὶ ἔξελθε ἀπ᾽ αὐτοῦ. καὶ ῥίψαν ¹ αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, ¹ καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες ¹ Τίς ¹ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, ¹ καὶ ἐξέρχονται; 37 Καὶ ¹ ἐξεπορεύετο ¹ ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. 38 Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη ¹ πυρετῷ μεγάλῳ, ¹ καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, ¹ καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. 40 Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ¹ ἐθεράπευεν ¹ αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, ¹ ˹κράζοντα˺ καὶ λέγοντα ὅτι ¹ Σὺ ¹ εἶ υἱὸς τοῦ θεοῦ· ¹ καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι. ¹ 42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, ¹ καὶ ἦλθον ἕως αὐτοῦ, ¹ καὶ κατεῖχον ¹ αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν. 43 δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι ¹ Καὶ ¹ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην. 44 Καὶ ἦν κηρύσσων ¹ εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας.

Előző fejezet Következő fejezet

Magyarázatok