Lk 5,1

Lk 5

1 Ἐγένετο δὲ ἐν ¹ τῷ τὸν ὄχλον ἐπικεῖσθαι ¹ αὐτῷ καὶ ἀκούειν ¹ τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, ¹ 2 καὶ εἶδεν ˹πλοῖα δύο˺ ἑστῶτα παρὰ τὴν λίμνην, ¹ οἱ δὲ ˹ἁλεεῖς˺ ἀπ᾽ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ¹ ἐπαναγαγεῖν ¹ ὀλίγον, ¹ καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. 4 ὡς ¹ δὲ ἐπαύσατο λαλῶν, ¹ εἶπεν πρὸς τὸν Σίμωνα ¹ Ἐπανάγαγε ¹ εἰς τὸ βάθος καὶ χαλάσατε ¹ τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς Σίμων εἶπεν ¹ Ἐπιστάτα, ¹ δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ¹ ἐπὶ ¹ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ¹ ˹διερήσσετο˺ δὲ τὰ δίκτυα αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ¹ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ˹ἦλθαν,˺ καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι ¹ αὐτά. 8 ἰδὼν ¹ δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων ¹ Ἔξελθε ¹ ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ¹ ἁμαρτωλός εἰμι, κύριε· ¹ 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ¹ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν ¹ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ ˹Ἰωάνην˺ υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ¹ * Ἰησοῦς Μὴ ¹ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. ¹ 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ¹ ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ. 12 Καὶ ἐγένετο ¹ ἐν ¹ τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ ¹ πλήρης λέπρας· ἰδὼν δὲ τὸν Ἰησοῦν ¹ πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων ¹ Κύριε, ¹ ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. ¹ 13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων ¹ Θέλω, ¹ καθαρίσθητι· καὶ εὐθέως λέπρα ἀπῆλθεν ¹ ἀπ᾽ αὐτοῦ. 14 καὶ αὐτὸς παρήγγειλεν ¹ αὐτῷ μηδενὶ εἰπεῖν, ¹ ˹ἀλλὰ˺ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, ¹ καὶ προσένεγκε ¹ περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωυσῆς ¹ εἰς μαρτύριον αὐτοῖς. ¹ 15 διήρχετο δὲ μᾶλλον λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν ¹ καὶ θεραπεύεσθαι ¹ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ¹ ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος. ¹ 17 Καὶ ἐγένετο ¹ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, ¹ καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις Κυρίου ¹ ἦν εἰς ¹ τὸ ἰᾶσθαι αὐτόν. 18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, ¹ καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν ¹ καὶ θεῖναι [αὐτὸν] ἐνώπιον αὐτοῦ. 19 καὶ μὴ εὑρόντες ποίας ¹ εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ¹ ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ ¹ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν ¹ Ἄνθρωπε, ¹ ἀφέωνταί ¹ σοι αἱ ἁμαρτίαι σου. 21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες ¹ Τίς ¹ ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι ¹ εἰ μὴ μόνος θεός; 22 ἐπιγνοὺς δὲ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς ¹ Τί ¹ διαλογίζεσθε ἐν ταῖς καρδίαις ¹ ὑμῶν; 23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν ¹ Ἀφέωνταί ¹ σοι αἱ ἁμαρτίαι σου, εἰπεῖν ¹ Ἔγειρε ¹ καὶ περιπάτει; 24 ἵνα δὲ εἰδῆτε ὅτι υἱὸς τοῦ ἀνθρώπου ¹ ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – εἶπεν τῷ παραλελυμένῳ ¹ Σοὶ ¹ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν ¹ σου πορεύου εἰς τὸν οἶκόν σου. 25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. 26 Καὶ ¹ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, ¹ καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι ¹ ˹Εἴδαμεν˺ παράδοξα ¹ σήμερον. 27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι ˹Λευεὶν˺ καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ ¹ Ἀκολούθει ¹ μοι. 28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ. 29 Καὶ ἐποίησεν ¹ δοχὴν μεγάλην ˹Λευεὶς˺ αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· ¹ καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι. 30 καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες ¹ Διὰ τί ¹ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς [ὁ] ¹ Ἰησοῦς εἶπεν πρὸς αὐτούς ¹ Οὐ ¹ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ˹ἀλλὰ˺ οἱ κακῶς ἔχοντες· ¹ 32 οὐκ ἐλήλυθα καλέσαι ¹ δικαίους ˹ἀλλὰ˺ ἁμαρτωλοὺς εἰς μετάνοιαν. 33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν ¹ Οἱ ¹ μαθηταὶ ˹Ἰωάνου˺ νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ¹ ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, ¹ οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. 34 δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς ¹ Μὴ ¹ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ¹ ἐν ᾧ ¹ νυμφίος μετ᾽ αὐτῶν ἐστὶν ¹ ποιῆσαι νηστεῦσαι; 35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος ¹ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι ¹ Οὐδεὶς ¹ ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, ¹ καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει ¹ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 37 καὶ οὐδεὶς βάλλει ¹ οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ¹ ῥήξει οἶνος νέος τοὺς ἀσκούς, ¹ καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38 ˹ἀλλὰ˺ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον. 39 * [Οὐδεὶς πιὼν παλαιὸν ¹ θέλει νέον· λέγει γάρ ¹ Ὁ ¹ παλαιὸς χρηστός ¹ ἐστιν.] ¹

Előző fejezet Következő fejezet

Magyarázatok